Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.104 Joseph. AJ 7.108 (English) >>Joseph. AJ 7.111

7.106χρυσὸς δʼ ἐν αὐταῖς εὑρέθη πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττονʼ ἔλεγον, ἐξ οὗ καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν. 7.107

Ὡς δὲ τῆς Ἀμάθης βασιλεὺς τὰ περὶ τὸν Ἀνδράζαρον ἐπύθετο καὶ τὴν δύναμιν αὐτοῦ διεφθαρμένην ἤκουσε, δείσας περὶ αὑτῷ καὶ τὸν Δαυίδην πρὶν ἐπʼ αὐτὸν ἔλθοι φιλίᾳ καὶ πίστει γνοὺς ἐνδήσασθαι, πέμπει πρὸς αὐτὸν Ἀδώραμον υἱὸν αὐτοῦ καὶ περὶ τοῦ τὸν Ἀνδράζαρον ἐχθρὸν ὄντʼ αὐτῷ πολεμῆσαι χάριν ἔχειν ὁμολογῶν, καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν ποιούμενος. 7.108ἔπεμψε δʼ αὐτῷ καὶ δῶρα σκεύη τῆς ἀρχαίας κατασκευῆς χρύσεα καὶ ἀργύρεα καὶ χάλκεα. Δαυίδης δὲ ποιησάμενος τὴν συμμαχίαν πρὸς τὸν Θαῖνον, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλεῖ τῆς Ἀμάθης, καὶ τὰ δῶρα δεξάμενος ἀπέλυσεν αὐτοῦ τὸν υἱὸν μετὰ τιμῆς τῆς πρεπούσης ἑκατέροις. τὰ δὲ πεμφθέντα ὑπʼ αὐτοῦ καὶ τὸν ἄλλον χρυσὸν καὶ ἄργυρον, ὃν ἐκ τῶν πόλεων εἰλήφει καὶ τῶν κεχειρωμένων ἐθνῶν, φέρων ἀνατίθησι τῷ θεῷ. 7.109οὐκ αὐτῷ δὲ πολεμοῦντι μόνον καὶ τῆς στρατιᾶς ἡγουμένῳ τὸ νικᾶν καὶ κατορθοῦν παρεῖχεν θεός, ἀλλὰ καὶ πέμψαντος αὐτοῦ μετὰ δυνάμεως εἰς τὴν Ἰδουμαίαν Ἀβεσσαῖον τὸν Ἰωάβου τοῦ ἀρχιστρατήγου ἀδελφὸν διʼ ἐκείνου τὴν τῶν Ἰδουμαίων νίκην ἔδωκε· μυρίους γὰρ αὐτῶν καὶ ὀκτακισχιλίους Ἀβεσσαῖος διέφθειρε τῇ μάχῃ. καὶ τὴν Ἰδουμαίαν ἅπασαν φρουραῖς διαλαβὼν βασιλεὺς φόρους ὑπέρ τε τῆς χώρας καὶ τῆς ἑκάστου κεφαλῆς παρʼ αὐτῶν ἐδέχετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.104 Joseph. AJ 7.108 (English) >>Joseph. AJ 7.111

Powered by PhiloLogic